Παρασκευή 27 Ιουνίου 2025

ΕΥΑΓΓΕΛΙΟ ΚΥΡΙΑΚΗΣ 29/06/2025 - ΤΩΝ ΠΡΩΤΟΚΟΡΥΦΑΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΠΕΤΡΟΥ & ΠΑΥΛΟΥ

 


 Εὐαγγέλιο (Ματθ. ιστ΄ 13-19)

 Τῷ καιρῷ ἐκείνῳ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;  Οἱ δὲ εἶπον· Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. Λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.

Μετάφραση

Eκεῖνο τον καιρό, ὃταν ἦρθε ὁ Ἰησοῦς στά μέρη τῆς Καισάρειας τοῦ Φιλίππου, ρώτησε τούς μαθητές του: «Ποιός λένε οἱ ἄνθρωποι πώς εἶναι ὁ Υἱός τοῦ Ἀνθρώπου;» Αὐτοί ἀπάντησαν:  «Ἄλλοι λένε πώς εἶναι ὁ Ἰωάννης ὁ Βαπτιστής, ἄλλοι ὁ Ἠλίας, ἄλλοι ὁ Ἱερεμίας ἤ ἕνας ἀπό τούς προφῆτες». «Ἐσεῖς, ποιός λέτε πώς εἶμαι;» τούς λέει. Ὁ Σίμων Πέτρος ἀπάντησε: «Ἐσύ εἶσαι ὁ Μεσσίας, ὁ Υἱός τοῦ ἀληθινοῦ Θεοῦ». Τότε ὁ Ἰησοῦς τοῦ ἀποκρίθηκε: «Μακάριος εἶσαι, Σίμων, γιέ τοῦ Ἰωνά, γιατί αὐτό δέ σοῦ τό ἀποκάλυψε ἄνθρωπος, ἀλλά ὁ οὐράνιος Πατέρας μου. Κι ἐγώ λέω σ΄ ἐσένα πώς ἐσύ εἶσαι ὁ Πέτρος, καί πάνω σ΄ αὐτή τήν πέτρα θά οἰκοδομήσω τήν ἐκκλησία μου, καί δέ θά τήν κατανικήσουν οἱ δυνάμεις τοῦ ἅδη. Θά σοῦ δώσω τά κλειδιά πού ἀνοίγουν τήν πόρτα τῆς βασιλείας τῶν οὐρανῶν, καί ὅτι κρατήσεις ἀσυγχώρητο στή γῆ θά εἶναι ἀσυγχώρητο καί στούς οὐρανούς· καί ὅτι συγχωρήσεις στή γῆ θά εἶναι συγχωρημένο καί στούς οὐρανούς».

Δεν υπάρχουν σχόλια: